Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.356 Joseph. AJ 8.360 (English) >>Joseph. AJ 8.363

8.358καὶ παραχρῆμα πέμπει γράμματα πρὸς τοὺς ὑπερέχοντας τῶν Ἰσραηλιτῶν ἐκ τοῦ Ἀχάβου ὀνόματος νηστεῦσαί τε κελεύουσα καὶ ποιησαμένους ἐκκλησίαν προκαθίσαι μὲν αὐτῶν Νάβωθον, εἶναι γὰρ αὐτὸν γένους ἐπιφανοῦς, παρασκευασαμένους δὲ τρεῖς τολμηρούς τινας τοὺς καταμαρτυρήσοντας αὐτοῦ, ὡς τὸν θεόν τε εἴη βλασφημήσας καὶ τὸν βασιλέα, καταλεῦσαι καὶ τούτῳ διαχρήσασθαι τῷ τρόπῳ. 8.359καὶ Νάβωθος μέν, ὡς ἔγραψεν βασίλισσα, οὕτως καταμαρτυρηθεὶς βλασφημῆσαι τὸν θεόν τε καὶ Ἄχαβον βαλλόμενος ὑπὸ τοῦ πλήθους ἀπέθανεν, ἀκούσασα δὲ ταῦτα Ἰεζάβηλα εἴσεισι πρὸς τὸν βασιλέα καὶ κληρονομεῖν τὸν Ναβώθου ἀμπελῶνα προῖκα ἐκέλευσεν. 8.360 δὲ Ἄχαβος ἥσθη τοῖς γεγενημένοις καὶ ἀναπηδήσας ἀπὸ τῆς κλίνης ὀψόμενος ἧκε τὸν ἀμπελῶνα τὸν Ναβώθου. ἀγανακτήσας δʼ θεὸς πέμπει τὸν προφήτην Ἠλίαν εἰς τὸ Ναβώθου χωρίον Ἀχάβῳ συμβαλοῦντα καὶ περὶ τῶν πεπραγμένων ἐρησόμενον, ὅτι κτείνας τὸν ἀληθῆ δεσπότην τοῦ χωρίου κληρονομήσειεν αὐτὸς ἀδίκως. 8.361ὡς δʼ ἧκε πρὸς αὐτὸν εἰπόντος τοῦ βασιλέως, τι βούλεται χρήσασθαι αὐτῷ, αἰσχρὸν γὰρ ὄντα ἐπὶ ἁμαρτήματι ληφθῆναι ὑπʼ αὐτοῦ, κατʼ ἐκεῖνον ἔφη τὸν τόπον, ἐν τὸν Ναβώθου νεκρὸν ὑπὸ κυνῶν δαπανηθῆναι συνέβη, τό τε αὐτοῦ καὶ τὸ τῆς γυναικὸς χυθήσεσθαι αἷμα καὶ πᾶν αὐτοῦ τὸ γένος ἀπολεῖσθαι τοιαῦτα ἀσεβῆσαι τετολμηκότος καὶ παρὰ τοὺς πατρίους νόμους πολίτην ἀδίκως ἀνῃρηκότος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.356 Joseph. AJ 8.360 (English) >>Joseph. AJ 8.363

Powered by PhiloLogic